ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΑΡΧΑΙΩΝ : ΕΤΕΡΟΠΤΩΤΟΙ ΟΝΟΜΑΤΙΚΟΙ ΠΡΟΣΔΙΟΡΙΣΜΟΙ

Η ΓΕΝΙΚΗ

1.   Τὸ ψήφισμα τῶν Μεγαρέων.

2.   Ἡ ἀπορία σίτου.

3.   Ὁ λοιπὸς τοῦ χρόνου.

4.   Ἡ ἐπιμέλεια τῶν ἀγελῶν.

5.   Ἡ θεραπεία τῶν ἀγρῶν.

6.   Ἡ ἀπόστασις (=αποστασία) τῶν Ἀθηναίων.

7.   Τὸν στρατηγὸν παρασκευαστικὸν τῶν πολεμικῶν εἶναι χρή καὶ ἐξαπατητικόν τῶν πολεμίων.

8. Πανταχοῦ τῆς γῆς οἱ ἄνθρωποι τῶν τοῦ θεοῦ εὐεργεσιῶν τυγχάνουσιν.

9.   Ὀψὲ τῆς ἑσπέρας φήμη ἡ περὶ τῆς ἐν Χαιρωνείᾳ μάχης εἰς Ἀθήνας ἦλθε.

10. Φεῦ πονηροῦ ἀνδρός, ὃς τὴν πατρίδα τοῖς πολεμίοις προδέδωκε.

11. Σωκράτει ἕν ἱμάτιον θέρους τε καὶ χειμῶνος ἐξήρκει.

12. Πλοίσια ἦν ἡ πόλις ἀνδρείων στρατιῶν.

13. Ἡ πόλις ἐκτίσθη μετὰ τὴν ἧτταν τῶν πολεμίων.

14. Πολλοὶ ἄνθρωποι παντοίων γλωσσῶν ἐκείσε πλέουσι.

15. Πολλαὶ χῶραι ὑπήκοοι ἦσαν αὔτοϋ.

16. Εἰς τοῦτο μωρίας ἦλθεν.

17. Ποῦ γῆς κεῖται;

18. Ἐγγὺς τῆς νήσου.

19. Πρόσω τῆς πόλεως.

20. Γέρων ἑβδομήκοντα ἐτῶν.

Η ΔΟΤΙΚΗ

1.Ξέρξης χιλίαις καὶ διακοσίαις ναυσὶ καὶ ἀναριθμήτῳ στρατῷ πεζῷ εἰς τὴν Ἑλλάδα ὥρμησε.

2.Οἱ ὅμοιοι τοῖς ὁμοίοις εὖνοι ε²σίν.

3.Οὐ μόνον καρπούς τρεφόμεθα ἀλλὰ καὶ θηρίοις.

4. Ξέρξης τὴν θάλασσαν ὀργῇ ἐμαστίγωσεν.

5. Ἔργοις φίλους γίγνωσκε μὴ μόνον λόγοις.

6. Τῇ ὑστεραίᾳ ἡ πόλις ἑάλω.

7.Οὐ πολλαῖς ἡμέραις ὕστερον ἦλθεν ἐξ Ἀθηνῶν Θυμοχάρης.

8. Πάσῃ ἀκριβείᾳ τὰ δέοντα ποιήσομεν.

9.  Ταύτῃ τῇ νίκῃ μάλιστα ἡδόμεθα.

10.Ἦλθον δὲ καὶ Θεσσαλῶν ἱππεῖς τοῖς Ἀθηναίοις κατὰ τὸ ξυμμαχικόν,

11.Ὁ βίος ἦν τοῖς πλείστοις αὐτῶν ἀπὸ σιδηρείας (=σιδηρουργία).

12. Ἐστὶ χρήματα ὑμῖν.

13. Καὶ ὁ θυμοειδέστατος ἵππος τῷ χαλινῷ καὶ τῇ μάστιγι δαμάζεται.

14. Δουλεία αὐτοῖς ὑπάρχει

15. Χαιρεφῶν ἐμοὶ ζημία μᾶλλον ἢ ὠφέλειά ἐστιν.

16. Ἄρξομαι δέ σοι ἀπὸ τῶν μικροτάτων παραδειγμάτων.

17. Μή μοι θορυβήσητε.

18. Ἐμοὶ γὰρ ἀνὴρ ἀπέθανεν.

19.  Ξυνελέγη αὐτῷ τὸ στράτευμα.

20. Ἀφικνοῦνται τεσσαρακοστῇ ἡμέρᾳ ὕστερον.

Η ΑΙΤΙΑΤΙΚΗ

1.  Καὶ πόλις αὐτόθι ᾠκεῖτο Θάψακος ὄνομα.

2.  Διαφέρει γυνὴ ἀνδρὸς τὴν φύσιν.

3. Ἦν καὶ τὸ εἶδος νεανίσκος καὶ τὴν ψυχὴν εὔρωστος.

4. Ἐξεκόπην τὸν ὀφθαλμὸν λίθῳ.

5.  Οἱ στρατηγοὶ ἀπέθανον ἀποτμηθέντες τάς κεφαλάς.

6.  Τὸν ἄλλον χρόνον ἀσφαλῶς διεπορεύοντο.

7.  Στράτευμα συνελέγετο τόνδε τὸν τρόπον.

8.  Ἐνταῦθα ἔμεινεν ὁ Κῦρος ἡμέρας τρεῖς.

9. Ὁ Κεντρίτης ποταμὸς ἀπεῖχε τῶν ὀρέων ἕξ ἢ ἑπτὰ στάδια.

10. Ἑπτὰ γὰρ ἡμέρας ἐπορεύθησαν διὰ τῶν Καρδούχων.

11.Ἀφικνοῦνται εἰς τὸν Ζαπάταν τὸ εὖρος τεττάρων πλέθρων.

12.Πρωταγόρας ἐπιδημεῖ τρίτην ἤδη ἡμέραν.

13.Τὶ τηνικάδε ἀφῖξαι, ὦ Κρίτων;

14.Αὐτὰ ταῦτα ὀργίζομαι σοί.

Μόνιμος σύνδεσμος σε αυτό το άρθρο: https://blogs.sch.gr/stratilio/archives/560

Αφήστε μια απάντηση

Αλλαγή μεγέθους γραμματοσειράς
Αντίθεση