«

»

Απρ 29 2012

Εκτύπωσέ το Άρθρο

Δευτερεύουσες Προτάσεις Αρχαίων Ελληνικών : Ασκήσεις

Να αναγνωριστούν οι δευτερεύουσες προτάσεις και να δικαιολογηθεί η εκφορά τους. Των ονοματικών προτάσεων να επισημανθεί και η συ­ντακτική θέση:

1. Τό λεγόμενον ἀληθές, ὡς τά καλά χαλεπά ἐστι.

2.Τόδε ἄδηλον παντί, μή ἀποτύχωμεν.

3. Οὔτε προσδοκία οὐδεμία ἦν μή ἄν ποτε πολέμιοι ἐπιπλεύσειαν.

4.Τοῦτ’ ἔφη σκεπτέον εἶναι τίς κτῆσις δικαία ἐστίν.

5.Σκοπῶμεν εἰ ἡμῖν πρέπει ἤ οὐ.

6.Νομίσας ὡς, εἰ πλείους τῃ ὄρνιθι κριθάς παραβάλοι, δίς τέξεται* (=θα γεννήσει) τοῦτο πεποίηκε.

7.Φανεράν ποιήσω ἥν έχω γνώμην περί τε τῆς παιδείας καί τῶν ποιητῶν.

8.Ἐκόλαζετε ἰσχυρῶς καί ὀργῃ ἐνίοτε, ὡς και αὐτῳ μεταμέλειν ἐσθ’ ὅτε*(=μερικές φορές).

9.Τηλικούτων αἴτιος γεγενημένος Δημοσθένης οὐκ ἀγαπᾳ*(=δεν είναι ικανοποιημένος), εἰ μή δίκην ἔδωκεν.

10.Οἱ στρατιῶται οὗτοι πάντες πρός ὑμᾶς βλέπουσι, κἄν μέν ὑμᾶς ὁρῶσιν ἀθύμους πάντες κακοί ἔσονται, ἤν δε ὑμεῖς αὐτοί παρασκευαζόμενοι φανεροί ἦτε … εὖ ἴστε ὅτι ἕψονται ὑμῖν καί πειράσονται μιμεῖσθαι.

11.Τήν μητέρα έμακάριζον, οἵων τέκνων ἔτυχεν.

12.Καί μή μοι ἀχθεσθῆτε*, εἰ πολλάκις μέμνημαι τῶν ἀνδρῶν τούτων.

13.Θαυμάζω δέ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν, εἰ προσήκειν αὐτοῖς ἡγοῦνται μέγα φρονεῖν.

14.Τά τε ἄλλα διηγεῖτο ὡς ἔχοι καί ὅτι ἡ πόλις ἐπιστέλλοι αὐτῳ βοηθεῖν ὡς τάχιστα ταῃ πατρίδι.

15.Κἄν ἦ ταῦτα πρόδηλα, οὐδείς ὅστις οὐ βουλήσεται παύσασθαι Θηβαίους ἔχοντας τήν ἀλλοτρίαν.

16.Ἐν ταῖς μάχαις δῆλον γίγνεται, ὅτι τό γε ἀποθανεῖν ῥᾶον ἄν τις ἐκφύγοι.

17.Σύ τότε ἐκαλλωπίζου ὡς οὐκ ἀγανακτῶν, εἰ δέοι τεθνάναι σε.

18.Ὡς καλῶς ἕξει τά ὑμέτερα, ἤν φίλοι γένησθε, ἐμοί μελήσει.

19.Ἔστι δη τά γ’ ἐμοί δοκοῦντα* (=η γνώμη μου) πρεσβείαν πέμπειν, ἥτις ταῦτα ἐρεῖ καί παρέσται* (=θα είναι παρούσα) τοῖς πράγμασι.

20.Οὐκ ἄν θαυμάζοιμι, εἰ οἱ πολέμιοι ἡμῖν ἀπιοῦσιν* (=αν/όταν εμείς φεύγουμε) ἐπακολουθοῖεν.

21. Ἔστι τις οὕτως ἄφρων, ὅστις οἴεται ἄν ἡμᾶς περιγενέσθαι;

22.Ἐπιμελητέον ὅπως ἄν τό σῶμα ἰσχύῃ.

23.Βρασίδας ὡς οὐκ ἔπειθεν, ἀνεχώρησε πάλιν.

24.Πλοῖα ἡμῖν πάρεστιν, ὥστε, ὅπῃ ἄν βούλησθε, ἄν ἐπιπέσοιτε.

25.Καί ἐάν ταῦτα ποιῆτε, δίκαια πεπονθώς ἐγώ ἔσομαι.

26.Οἱ τῶν Ἀθηναίων στρατηγοί, ὡς οὐδέν ὑπήκουον οἱ Μήλιοι, πρός πόλεμον εὐθύς ἐτράποντο.

27.Κελεύω ὑμἀς ἐκβαλεῖν τοῦτον τῆς χώρας, ὡς μηκέτι δεῃ τοῦτον φυλάττεσθαι.

28.Ἔχαιρον ἀγαπῶν* (=που ήμουν ικανοποιημένος) εἴ τις ἐάσοι.

29.Ὅτε ἐκεῖναι, γυναίκες οὖσαι, τοιαύτην ἔσχον ἀνδρείαν, οἱ ἄνδρες ὑπελάμβανον* οὐ θεμιτόν* εἶναι (=νόμιζαν ότι δεν ήταν δίκαιο) αὐτοῖς φανῆναι χείροσιν ἐκείνων.

30. Ἐγώ τοιοῦτος εἰμί, οἷος πείθεσθαι μηδενί ἄλλῳ ἤ τῳ λόγω.

31.Ὅπως δέ καί εἰδῆτε εἰς οἷον ἔρχεσθε ἀγῶνα, ἐγώ ὑμᾶς εἰδώς διδάξω.

32. Οὐκ οἶδ’ ὅ,τι ἄν ἐποίησεν.

33.Ἀγνοῶ ὅπου ἐσμέν.

34.Κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν καί πάντ’ ἀκούων χρόνος ἀναπτύσσει*(=φανερώνει) πάντα.

35. Ἐλπίζω εἰ τήν προς ἐμέ ὁδόν τράποιο, σφόδρα ἄν σε τῶν καλῶν ἀγαθόν ἐργάτην γενέσθαι.

36.Οὗ* ἄν τις ἑαυτόν τάξη, ἐνταῦθα δεῖ μένοντα κινδυνεύειν.

37.Οὔτ’ ἀνταδικεῖν* (=ανταποδίδεις την αδικία) σε δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ’ ἄν κα­κῶς πάσχῃς ὑπ’ αὐτῶν.

38.Τούτοις ἄξιον ἐστι πολλήν συγγνώμην ἔχειν, εἰ μηδέν τῶν κοινῶν φροντίζουσιν.

39.Μή σπεῦδε πλουτεῖν μή ταχύ πένης γένῃ.

40.Καί έάν μέν φαίνηται δίκαιον, πειρώμεθα (ἐξιέναι), εί δέ μή, ἐῶμεν.

41.Σοι δ’ ἴξεται* ὄνειδος (=θα ντροπιαστείς), ὅστις οὐκ ἤμυνας.

42.Πίθηκος ὁ πίθηκος κἄν χρυσά ἔχῃ σανδάλια.

43.Ἅ μή οἶδα οὐδέ οἴομαι εἰδέναι.

44.Ἥγετο γάρ ἅπαν ποιήσειν, εἰ τις χρήματα αὐτῶ διδοίη.

45.Ἔδοξεν αὐτοῖς προϊέναι, ἕως Κύρῳ συμμείξειαν.

46.Τά ἐπιτήδεια οὐκ εἶχον* ὁπόθεν λαμβάνοιεν.

47.Καλῶς εἴρηται ὅτι οἱ ἄνθρωποι τότε μάλιστα μιμοῦνται τούς θεούς, ὅταν εὐεργετῶσιν.

48.Ἀξιοῦμεν, εἰ μέν ὁρᾶτε σωτηρίαν ἡμῖν, διδάξαι καί ὑμᾶς.

49.Ὅσον μόνον γεύσασθαι ἑαυτῳ κατέλιπεν ὁ πατήρ.

50. Ἔστε* δ’ ἄν (=μέχρι που να…) ἐκεῖ γένησθε, κἀγώ καθάπερ* Τιμασίων ὑπισχνοῦμαι ὑμῖν τήν μεταφοράν.

51. Δέος ἐγένετο τῃ πανηγύρει μέγα, μή σύν ὅπλοις ἔλθωσιν οἱ Λακεδαι­μόνιοι.

52. Ἐπήν* δε πάλιν αὐτῳ ἁλισθῃ* (=συγκεντρωθεί) ἡ στρατιά, οὐκ ἔστιν ὅπως οὐκ* (=οπωσδήποτε) ἐπιθήσεται ἡμῖν.

53. Τοῦτο ἐγώ πάνυ χαλεπῶς φέρω*, εἰ ἀσκῶν, ὅσον δύναμαι, τούς φίλους ὡς πλεῖστα ἀγαθά ποιεῖν, ἔπειτα τοὐναντίον τούτου δοκῶ έξεργάζεσθαι*(=ότι κάνω).

54.Και τοῦτο δ’ αὐτούς ὑπομιμνήσκετε, ὅτι ἥδε ἡ ἡμερα δείξει ὧν ἕκαστος ἐστίν ἄξιος.

55.Ὅρα, ὦ μακάριε, μή περί τοῖς φιλτάτοις κυβεύῃς*(=διακινδυνεύεις).

56.Ὁ Κῦρος ἐπυνθάνετο αὐτῶν καί ὁπόσην ὁδόν διήλασαν*(=διήνυσαν)  καί εἰ οἰκοῖτο ἡ χώρα.

57. Ὡς δέ καί τῃ ὑστεραίᾳ συνέβαινεν αὐτῳ ταῦτα καί ταῃ τρίτῃ, ἐκάλεσε τούς παῖδας.

58.Οἱ πῶλοι καταμανθάνουσιν ὑπακούειν τοῖς πωλοδάμναις* (=στους πωλοδαμαστές) τῳ, ὅταν μεν πείθωνται, τῶν ἡδέων τι αὐτοῖς γίγνεσθαι*(=με το να γίνονται), ὅταν δέ ἀπειθῶσί,πράγματα ἔχειν, ἔστ’ ἄν* (=εωσότου) ὑπηρετήσωσι κατά γνώμην τῳ πωλοδάμνη.

59. Ἠγανακτεῖτε ἡγούμενοι δεινόν εἶναι, εἰ οἱ τιθέντες τόν ἀγῶνα καί τήν ψῆφον διδόντες παρακελεύονται τῶν μεν μή καταψηφίζεσθαι,  τῶν δέ καταψηφίζεσθαι.

60. Και ἐπορεύοντο, ὅπως, ἐπειδή γένοιντο ἐπί τῳ ποταμῳ …, παρά τον ποταμόν ἴοιεν* (=με το να προχωρούν) ἄνω διά της μεσόγειας*(=μέσα από την ηπειρωτική χώρα).

61.Ἐξήγγελτο ὅτι αἱ ἡμέτεραι νῆες ἀφιγμέναι εἶεν.

62.Σκόπει δῆτα ἐάν σοι πλούτου φανῃ τι μεῖζον ἀγαθόν ὄν.

63.Μή θαυμάζετε δ’ εἰ προθυμότερον καί διά μακροτέρων γέγραφα τήν ἐπιστολήν.

64.Διά πολλά προσήκει πείθεσθαι και μάλισθ’ ὅτι πᾶς νόμος ἐστίν εὕρημα και δῶρον θεῶν.

65.Ἐξεβίβαζεν*(=αποβίβαζε), ὡς μή καταδήλους εἶναι τοῖς πολεμίοις ταῦτα ποιοῦντας.

66.Οὐ τοῦτο δέδοικα, μή οὐκ ἔχω ὅ,τι δῶ ἑκάστῳ τῶν φίλων.

67.Κἄν ἴδητ’ ἐκείνους ἄμεινον ὑμῶν νέμοντας* τάς τιμάς, καλόν τό μιμήσασθαι.

68.Μή φθόνει τοῖς εὐτυχοῦσιν μή δοκῃς εἶναι κακός.

69.Ἀπόρως ἡμῖν ἔχει* (=έχουμε την απορία) πόθεν σωτηρίας τύχοιεν ἄν.

70.Ἅ μή προσήκει, μήτ’ ἄκουε, μήθ’ ὅρα.

71. Τῶν δ’ ἑτέρων ἔξω στρατοπεδευομένων ἐξῆν ὁρᾶν εἴτε τι ὀρθῶς ἐπράττετο εἴτε τι ἡμάρτανον.

72. Ὅστις δέ τούτων σύνοιδεν αὐτῳ παρημεληκώς, τοῦτον ἐγώ οὔποτ’ ἄν εύδαιμονίσαιμι.

73.Ὁρμῳντο* γ’ ἄν (=θα έσπευδαν) θᾶττον ὅποι δέοι.

74.Ὁποι ἄττα * (=κάποια) γάρ ἄν τἀτηδεύματα* (=ασχολίες) τῶν ἀνθρώπων ἦ, τοιοῦτον ἀνάγκη* καί τό φρόνημα ἔχειν.

75. Ὅσῳ ἐτοιμότατ’* (=πιο φανερά) αὐτῳ δοκοῦμεν χρῆσθαι, τοσούτῳ μᾶλλον ἀπιστοῦσι πάντες αὐτῳ.

76. Τό στράτευμα σίτον ἐπορίζετο, ἧ* (=όσο) ἐδύνατο.

77. Ταύτῃ* (=έτσι) ἄρα αὐτῳ πρακτέον* (=πρέπει να ενεργεί) καί γυμναστέον καί ποτέον* (=κί ν;πίνει), ἧ* (=όπως) ἄν τῳ ἑνί* δοκῃ, τῳ ἐπιστάτῃ καί ἐπαΐοντι*(=στον ειδικό).

78. Ὅπου ἄνδρες θεούς μέν σέβοιεν, πολεμικά δέ ἀσκοῖεν, πῶς οὐκ εἰκός ἐνταῦθα πάντα μεστά ἐλπίδων ἀγαθῶν εἶναι;

79. Τῶν κατηγόρων θαυμάζω οἵ ἀμελοῦντες τῶν οἰκείων ἐπιμελοῦνται τῶν ἀλλοτρίων.

80.Τίς οὕτω μαίνεται, ὅστις οὐ βούλεταί σοι φίλος εἶναι;

Μόνιμος σύνδεσμος σε αυτό το άρθρο: https://blogs.sch.gr/stratilio/archives/2143

Αφήστε μια απάντηση

Top
 
Μετάβαση σε γραμμή εργαλείων