spetsiotou blog Δάσκαλε … τον ήρωά μου!

Κείμενα της Μεγάλης Παρασκευής: Εγκώμια

2 Απριλίου 2010 από spetsiotou
· Δεν υπάρχουν σχόλια · Χωρίς κατηγορία

ΣΤΑΣΗ ΠΡΩΤΗ

Ἡ ζωὴ ἐν τάφῳ,/κατετέθης Χριστέ,/καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,/ συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Ἡ ζωὴ πῶς θνῄσκεις; /πῶς καὶ τάφῳ οἰκεῖς; /τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, /καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾶς.
Μεγαλύνομέν σε, /Ἰησοῦ Βασιλεῦ, /καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη Σου, /δι’ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Μέτρα γῆς ὁ στήσας,/ἐν σμικρῷ κατοικεῖς, /Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, /ἐκ μνημάτων τοὺς θανόντας ἀνιστῶν.
Ἰησοῦ Χριστέ μου, /Βασιλεῦ τοῦ παντός, /τί ζητῶν τοῖς ἐν τῷ ᾅδῃ ἐλήλυθας; /ἢ τὸ γένος ἀπολῦσαι τῶν βροτῶν.
Ὁ Δεσπότης πάντων, /καθορᾶται νεκρός, /καὶ ἐν μνήματι καινῷ κατατίθεται, /ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.
Ἡ ζωὴ ἐν τάφῳ /κατετέθης Χριστέ, /καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, /καὶ ἐπήγασας τῷ κόσμῳ, τὴν ζωήν.
Μετὰ τῶν κακούργων, /ὡς κακοῦργος Χριστέ, /ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, /κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.
Ὁ ὡραῖος κάλλει, /παρὰ πάντας βροτούς, /ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, /ὁ τὴν φύσιν ὠραΐσας τοῦ παντός.
ᾍδης πῶς ὑποίσει, /Σῶτερ παρουσίαν τὴν σήν, /καὶ μὴ θᾶττον συνθλασθείη σκοτούμενος, /ἀστραπῆς φωτός σου αἴγλη ἐκτυφλωθείς;
Ἰησοῦ γλυκύ μοι, /καὶ σωτήριον φῶς, /τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι; /ὢ ἀφάτου καὶ ἀρρήτου ἀνοχῆς!
Ἀπορεῖ καὶ φύσις, /νοερὰ καὶ πληθύς, /ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον, /τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῇς.
Ἡ Ζωὴ θανάτῳ, /θαῦμα! Πῶς ὁμιλεῖ; /Πῶς θανάτῳ καταργεῖται ὁ θάνατος; /ἐκ θανόντος πῶς πηγάζει δὲ ζωή;
Ὢ θαυμάτων ξένων! /ὢ πραγμάτων καινῶν! /Ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται, /κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.
Καὶ ἐν ταφῶ ἔδυς, /καὶ τῶν κόλπων, Χριστέ, /τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας. /τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.
Ἀληθὴς καὶ πόλου, /καὶ τῆς γῆς Βασιλεύς, /εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι, /ἐπεγνώσθης πάσῃ κτίσει Ἰησοῦ.
Σοῦ τεθέντος τάφῳ, /πλαστουργέτα Χριστέ, /τὰ τοῦ ᾅδου ἐσαλεύθη θεμέλια, /καὶ μνημεῖα ἠνεῴχθη τῶν βροτῶν.
Ὁ τὴν γῆν κατέχων, /τῇ δρακὶ νεκρωθείς, /σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, /τοὺς νεκροὺς λυτρῶν τῆς ᾅδου συνοχῆς.
Ἐκ φθορᾶς ἀνέβη, /ἡ ζωή μου Σωτήρ, σοῦ θᾳνόντος καὶ νεκροῖς προσφοιτήσαντος, /καὶ συνθλάσαντος τοῦ ᾅδου τοὺς μοχλούς.
Ὡς φωτὸς λυχνία, /νῦν ἡ σὰρξ τοῦ Θεοῦ, /ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, /καὶ διώκει τὸν ἐν ᾅδῃ σκοτασμόν.
Νοερῶν συντρέχει, /στρατιῶν ἡ πληθύς, /Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, /τὸν ἀχώρητον ἐν μνήματι σμικρῶ.
Νεκρωθεὶς βουλήσει, /καὶ τεθεὶς ὑπὸ γῆν, /ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας, /νεκρωθέντα παραβάσει με πικρᾷ.
Ἠλλοιοῦτο πᾶσα, /κτίσις πάθει τῷ σῷ. /πάντα γάρ σοι, Λόγε συνέπασχον, συνοχέα σε γινώσκοντα παντός.
Τῆς ζωῆς τὴν πέτραν /ἐν κοιλίᾳ λαβών, ᾅδης ὁ παμφάγος ἐξήμεσεν, ἐξ αἰῶνος οὕς
κατέπιε νεκρούς.
Ἐν καινῷ μνημείῳ, /κατετέθης Χριστέ, /καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, /ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.
Ἐπὶ γῆς κατῆλθες, /ἵνα σώσῃς Ἀδάμ. /καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, /μέχρις ᾅδου κατελήλυθας ζητῶν.
Συγκλονεῖται φόβῳ, /πᾶσα Λόγε ἡ γῆ, /καὶ φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε, /τοῦ μεγίστου γῇ κρυβέντος σου φωτός.
Ὡς βροτὸς μὲν θνῄσκεις, /ἐκουσίως Σωτήρ, /ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, /ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.
Δακρυῤῥόους θρήνους, /ἐπί σε ἡ Ἁγνή, /μητρικῶς ὦ Ἰησοῦ ἐπιῤῥαίνουσα, /ἀνεβόα, πῶς κηδεύσω σε Υἱέ;
Ὥσπερ σίτου κόκκος, /ὑποδὺς κόλπους γῆς, /τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν, /ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ Ἀδάμ.
Ὑπὸ γῆν ἐκρύβης, /ὥσπερ ἥλιος νῦν, /καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι. /ἀλλ’ ἀνάτειλον φαιδρότερον Σωτήρ.
Ὡς ἡλίου δίσκον, /ἡ σελήνη Σωτήρ, ἀποκρύπτει, καί σε τάφος νῦν ἔκρυψεν, /ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.

… …

Ετικέτες: ·····

Δεν υπάρχουν σχόλια μέχρι τώρα ↓

Δεν υπάρχουν σχόλια ακόμη.

Αφήστε μια απάντηση