kantonopou’s blog

ΘΕΟΛΟΓΙΚΟ ΙΣΤΟΛΟΓΙΟ

ΑΓΙΟΣ ΦΩΤΙΟΣ Ο ΜΕΓΑΣ, ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ – π. Αναστάσιος Γκοτσόπουλος

Συγγραφέας: kantonopou στις 6 Φεβρουαρίου, 2015

ΑΓΙΟΣ ΦΩΤΙΟΣ Ο ΜΕΓΑΣ,
ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
Από την Υμνολογία της εορτής του εν Αγίοις Πατρός ημών Φωτίου,
Πατριάρχου Κωνσταντινουπόλεως του Μεγάλου και Ομολογητού.

«τὴν τῆς αἱρέσεως καθεῖλες ἔπαρσιν, διελέγξας προσθήκην τε, τὴν ἐν τῷ Συμβόλῳ»
«Ὅτε ἐπινεύσει θεϊκῇ, μέγας τῆς Χριστοῦ Ἐκκλησίας, προεχειρὶσθης Ποιμήν, καὶ τὴν τῆς αἱρέσεως καθεῖλες ἔπαρσιν, διελέγξας προσθήκην τε, τὴν ἐν τῷ Συμβόλῳ, τότε ἡ ὁμήγυρις πιστῶν ἐκρότησε, χεῖρας ἐν χαρᾷ ἐκβοῶσα, δόξα σοι Τριὰς Παναγία, δόξα σοι Τριὰς ἡ Ὁμοούσιος».
«Λαλήσας εἰς ὕψος βλασφημίαν, τῆς Δύσεως δράκων ὁ δεινός, τοῖς λόγοις σου πεφίμωται, φωστὴρ θεοειδέστατε· διὸ καὶ οἱ Ὀρθόδοξοι, ἀξιοχρέως τιμῶμέν σε».
«Φῶς τὸ τριλαμπὲς τῆς ὑπερθέου, Τριάδος ἐν σοὶ σκηνῶσαν φῶς σε δεύτερον, ἔδειξε φωτίζοντα, δῆμον μὲν Ὀρθόδοξον, αἱρετικὴν δὲ φάλαγγα Πάτερ ἀμβλύνοντα, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
«Τοῦ ἐπὶ γῆς Ἑωσφόρου, φυσιωθέντος δεινῶς, καὶ θρόνον αὐτοῦ θέντος, ὑπεράνω τῶν ἄστρων, πρῶτος σὺ ζηλώσας ὡς Μιχαήλ, ἀνεβόησας ἔνδοξε· Στῶμεν καλῶς στῶμεν πάντες ἐν ταῖς σεπταῖς, τῶν Πατέρων παραδόσεσι».
«Χαίροις ὁ λαμπρότατος τῆς Χριστοῦ, Ἐκκλησίας μύστης, Ὀρθοδόξων προασπιστής, κακοδόξων μάστιξ, Ἱεραρχίας κλέος, ὁ μέγας θεοφάντωρ, Φώτιε Ἅγιε».
Από το συναξάριο του Αγίου :
«Καὶ οἵους μὲν ἀγῶνας διήνυσεν ὁ τρισόλβιος ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως κατὰ Μανιχαίων καὶ Εἰκονομάχων καὶ ἄλλων αἱρετικῶν, καὶ πρὸ πάντων κατὰ τῆς τότε πρῶτον ἀναφανείσης Παπικῆς αἱρέσεως, ἧς τὸνἀρχηγὸν καὶ τοῦ Λατινικοῦ σχίσματος πατέρα, Νικόλαον τὸν ἀλάστορα Ῥώμης Πάπαν, γραφικαῖς καὶ πατρικαῖς ἀποδείξεσιν ἐξελέγξας, καὶ ἐνδίκως καθελών, τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς ἐξωστράκισε, τῷ ἀναθέματι παραπέμψας· οἵους δὲ διωγμοὺς καὶ κινδύνους, οἵας δὲ ἐπιβουλὰς καὶ καταδρομάς, οἵας δὲ καὶ τὰς κακώσεις καὶ τὰς ἀπανθρώπους βασάνους ὑπέστη χριστομιμήτως ὁ καρτερόψυχος θεορρήμων, ὁ στερρὸς καὶ τὴν ψυχὴν ἀδαμάντινος Ἱεράρχης, ὑπὸ τῶν Σχισματικῶν Λατίνων, καὶ τῶν τῆς αἱρέσεως τοΰ Παπισμοῦ θιασωτῶν, ἀνθρώπων κακούργων καὶ ψευδολόγων, ἀνθρώπων παρανόμων, ἀνοσίων καὶ μιαιφόνων, ἡ κατ’ αὐτὸν εἰς πλάτος ἱστορία διέξεισι».
Πρωτοπρεσβύτερος Αναστάσιος Γκοτσόπουλος

Αφήστε μια απάντηση