ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ : ΥΠΟΘΕΤΙΚΟΙ ΛΟΓΟΙ

Γ. Να αναγνωρίσετε σε ποιο είδος ανήκει ο καθένας από τους παρακάτω υποθετικούς λόγους.

1. Ἐτίμα δ’ εἴ τι καλὸν πράττοιεν, παρίστατο δ’ εἴ τις συμφορὰ συμβαίνοι.

2. Εἴ σε ὑπολάβοιεν πρὸς τοὺς γονεῖς ἀχάριστον εἶναι, οὐδεὶς ἂν νομίσειεν εὖ σὲ ποιῆσας χάριν ἀπολήψεσθαι.

3. Εἰ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ.

4. Ἢν πολέμιοι ἐπίωσιν, ἀρήξουσιν (= θα βοηθήσουν) τῇ χώρᾳ.

5. Εἰ οὖν περιεμείνατε ὀλίγον χρόνον, ἀπὸ τοῦ αὐτομάτου (=μόνον του) ἂν ὑμῖν τοῦτο ἐγένετο.

6. Οὕτω δ΄ ἂν μάλιστα βουλεύεσθαι παροξυνθείης, εἰ τὰς συμφορὰς τὰς ἐκ τῆς ἀβουλίας ἐπιβλέψειας.

7. Σωκράτης οὐκ ἔπινεν, εἰ μὴ διψῴη οὔδ’ ἤσθιεν, εἰ μὴ πεινῴη.

8. Εἰ μὴ εἴχομεν φῶς, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν.

9. Εἰ ἦσαν ἄνδρες ἀγαθοί, ἐξῆν αὐτοις τὴν ἀρετὴν δεικνύναι.

10. Εἰ δὲ φοβησόμεθα τοὺς κινδύνους, εἰς πολλὰς ταραχὰς καταστήσομεν ὑμᾶς.

11. Εἰ οὖν ἦσαν οἱ κίνδυνοί τε καὶ πόνοι φέροντες εἰς ὠφελείαν, εἶχεν ἄν τινα λόγον.

12. Εἰ μὲν ἐλπὶς ἐστιν σωθῆναι, μὴ παραδίδοτε τὰ ὅπλα.

13. Εἰ γὰρ οἵόν τ’ ἦν ἀθανάτους εἶναι, ἄξιον ἦν πενθεῖν τοὺς ἐν τῷ πολέμῳ πεσόντας.

14. Ἐάν τι κακὸν ἐπιτηδεύσωσιν, οὔθ’ οἱ δυνατοὶ οὔθ’ οἱ ἀσθενεῖς, ἐν ἀγαθῇ πολιτείᾳ ἀπολυθήσονται τῆς τιμωρίας.

15. Ἐὰν τὰ ἀδύνατα θηρεύῃς, δυστυχίαν τῷ σῷ βίῳ παρέχεις.

16. Εἰ δέοι πολεμεῖν, ἄμεινον ἂν πολεμοῖμεν ἔχοντες τὰ ὅπλα ἢ παραδόντες.

17. Εἴ τις καλῶς ὑπηρετήσειε Φιλίππῳ, οὐδενὶ ἂν εἴασε τὴν προθυμίαν ἀχάριστον.

18. Οἱ Ἕλληνες τὸ πάλαι, εἰ βούλοιντο εἰς λόγους ἐλθεῖν πρὸς ἀλλήλους, κήρυκας ἔπεμπον.

19. Ἥλιος εἰ μὴ ἦν, ἐν νυκτὶ ἂν διήγομεν.

20. Εἰ δέ τις ἄλλο ὁρᾷ βέλτιον, λεξάτω.

Μόνιμος σύνδεσμος σε αυτό το άρθρο: https://blogs.sch.gr/stratilio/archives/334

Αφήστε μια απάντηση

Αλλαγή μεγέθους γραμματοσειράς
Αντίθεση