Ὁ Ποῦτιν εἰς τὴν Οὐκραίναν στρατιώτας πέμπει
1 Μαρτίου 2014
Ῥωσικοὶ στρατιῶται ἐν τῇ Κριμέᾳ
Ῥωσικοὶ στρατιῶται ἐν τῇ Κριμέᾳ
Οἱ πολῖται ἐν τῷ Μαιδᾶν
Τήμερον τῇ Πέμπτῃ πρωὶ αὖθις οἱ φύλακες τοῖς ἀνθισταμένοις ἐπέθεντο ἐν τῷ τοῦ Κίεβ κέντρῳ. οὐκ ἀκριβῶς ἴσμεν ὁπόσοι ἄνθρωποι ἀπέθανον (λέγεται ὅτι πλείονες ἢ ἑκατὸν) ἐξ οὗ ἡ μάχη ἤρξατο ἐν τῇ τῆς Αὐτονομίας Ἀγορᾷ (καλουμένῃ καὶ “Τὸ Μαιδᾶν“). τῇ μὲν Τετάρτῃ, τοῦ τῆς Οὐκραίνης προέδρου Βίκτωρ Ἰανουκόβιζ τοὺς φύλακας κελεύσαντος ἐπὶ τοὺς διαδηλωτὰς πυροβολεῖν, ἀπέθανον εἴκοσι καὶ ὀκτὼ πολῖται ὑπὸ τῶν φυλάκων, τήμερον δὲ τῶν φυλάκων αὖθις τοῖς πολίταις ἐπιθεμένων ἔτι πλείους ἀπέθανον, ἡ δὲ ἅμιλλα ἔτι καὶ νῦν νυκτὸς διατελεῖ. νεωστὶ δὲ εἶπεν ὁ τῆς ἀρχῆς φερέφωνος ὅτι οἱ ἀνθιστάμενοι ἑξήκοντα φύλακας ἐγκυκλώσειαν καὶ κατέχοιεν.
διὰ τί τοῦτο συμβαίνει; ἡ ἀπόκρισις σαφής ἐστιν· ὁ μὲν πρόεδρος Β. Ἰανουκόβιζ πειρᾷ τῇ Ῥωσσίᾳ συνθήκας ποιεῖσθαι, οἱ δὲ πολῖται προαιροῦνται τῇ Εὐρωπαικῇ Ἑνώσει, τοῖς γὰρ πολίταις ἡ Ῥωσσία δικτατωρείαν σημαίνει, ἡ δὲ Εὐρωπαικὴ Ἕνωσις δημοκρατίαν. οὐδαμῶς βουλόμενοι αὖθις δικτατωρείαν παθεῖν οἱ πολῖται εἰς τὸ Μαιδᾶν συναθροισάμενοι ἐκεῖ ἔμενον ἕως ὁ Β. Ἰανουκόβιζ τοὺς φύλακας πέμψας ἐκέλευσεν τοὺς ἀνθισταμένους βίᾳ ἐξελαύνειν· τούτου δὲ γενομένου, τήμερον τῆς ἑσπέρας ὁ Β. Ἰανουκόβιζ τοῖς τῶν Ἐξωτερικῶν Ὑπουργῶν τῆς τε Γερμανίας καὶ τῆς Γαλατίας καὶ τῆς Πολωνίας ὑπουργοῖς συνῆλθεν, οὗτοι γὰρ περὶ τοῦ φόνου ἀκούσαντες ὡς τάχιστα πρὸς τὸ Κίεβ ἐπορεύθησαν.
ἡ Ε. Ε. ζημίας τινὰς τῇ Οὐκρανίᾳ ἐπιθεῖναι βούλεται, τὸν δὲ Β. Ἰανουκόβιζ ἐποτρύνει τοὺς φύλακας ἐκ τοῦ Μαιδᾶν ἐξαγαγεῖν, ὅμως δὲ πάντες ἴσμεν τοῦτο τὸ σύστημα οὐδέποτε οὐδὲν οὐδαμοῦ οὐδαμῶς κτησάμενον, οἱ μὲν γὰρ ἄρχοντες πρὸς τὰς ζημίας καταγελῶσιν, οἱ δὲ πολῖται τυγχάνουσιν ὄντες οἱ τὰς ζημίας τῷ ὄντι δεχόμενοι καὶ πάσχοντες.
ἡ δὲ Ἰούλια Τιμοσιένκω ἔτι ἐν τῷ δεσμωτηρίῳ κεῖται.
αναδημοσίευση από το http://www.akwn.net/
Ὁ Νέλσων Μανδέλα