Ὁ Νέλσων Μανδέλα ἀπέθανεν
6 Δεκεμβρίου 2013
Ὁ Νέλσων Μανδέλα
Ὁ Νέλσων Μανδέλα, ὁ ἄνθρωπος ὃς εἴκοσι καὶ ἑπτὰ ἔτη ἐν τῷ δεσμωτηρίῳ ἔκειτο καὶ πρόεδρος τῆς Νοτίας Ἀφρικῆς ἐγένετο, ἀπέθανεν ἐνενήκοντα καὶ πέντε ἔτη γεγονώς.Πάντες ἴσμεν ὁποῖον πολιτικὸν σύστημα ἐν τῇ Νοτίᾳ Ἀφρικῇ ἦν τοῖς πολίταις· τὸ σύστημα Ἀπαρταῖδ καλούμενον, κατὰ ὃ οἱ λευκοὶ πολῖται τῶν ἐγχρώμων πολιτῶν ἐκράτουν. ὁ μὲν Μανδέλα, τοῦτο μεταβάλλειν ἐν νῷ ἔχων, εἰς τὸ Ἀφρικανικὸν Ἐθνικὸν Κογγρέσον (ANC) τῷ ἔτει 1944 (εἴκοσι καὶ ἓξ ἔτη γεγονὼς) εἰσέβη, πολλὰ δὲ ἔτη ἐπὶ τὸ Ἀπαρτεῖδ μαχεσάμενος κατελήφθη τῷ ἔτει 1962, καταδικασθεὶς δὲ πρὸς τὸ ἐν τῇ Ῥόββην Νέσῳ δεσμωτήριον ἐπέμφθη. τότε δὲ ἐν τούτῳ τῷ δεσμωτηρίῳ κείμενος καὶ ἔνδοξος γενόμενος ἐπικουρήσεις μὲν πολλὰς ἀπὸ πολλῶν χωρῶν ἐδέχετο, σύμβολον δὲ ἐγένετο.εἴκοσι καὶ ἑπτὰ ἔτη ἐν τῷ δεσμωτηρίῳ μείνας, ὁ Μανδέλα τέλος μὲν ὑπὸ τοῦ προέδρου δε Κλὲρκ ἠλευθερώθη, τότε δὲ τὴν ἑαυτοῦ βουλὴν τῇ οἰκουμένῃ ἐπήγγειλεν· οὐδεμίαν τιμωρίαν, διαλλαγὴν δέ. τῷ μὲν ἔτει 1994 ἐν ταῖς ἀρχαιρεσίαις πρόεδρος τῆς Νοτίας Ἀφρικῆς ἐγένετο, ἐν δὲ τῇ τῆς διαλλαγῆς πολιτικῇ πράξει ἔμενεν.ὁ Μανδέλα τρὶς ἔγημεν, τῆς δὲ πολιτικῆς πράξεως τῷ ἔτει 1999 ἐξέστη. ἀπὸ τοῦ ἔτους 1999 μέχρι τοῦ 2004 περὶ φιλανθρωπικῶν πράξεων εἰργάζετο, ἔπειτα δὲ τῷ 2004 ἀσθενέστατος γενόμενος καὶ νοσῶν πάσης πράξεως τὸ τελευταῖον ἐξέστη.