Πατερικοί λόγοι

Kyrios Sina
” Ἐγὼ πατήρ, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφεύς, ἐγὼ ρίζα, ἐγὼ θεμέλιος. Πὰν ὅπερ ἂν θέλης ἐγώ. Μηδενὸς ἐν χρείᾳ καταστῆς. Ἐγὼ δουλεύσω. Ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος καὶ ξένος καὶ κεφαλὴ καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ. Πάντα ἐγώ. Μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σὲ καὶ ἀλήτης διὰ σέ, ἐπὶ σταυροῦ διὰ σέ, ἐπὶ τάφου διὰ σέ, ἄνω ὑπέρ σου ἐντυγχάνω τῷ Πατρί. Κάτω ὑπέρ σου πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοὶ σὺ καὶ ἀδελφὸς καὶ συγκληρονόμος καὶ φίλος καὶ μέλος. Τί πλέον θέλεις;”

(Ιωάννου Χρυσοστόμου)