Χριστός γεννάται, δοξάσατε…

Σε λίγες μέρες φθάνουν τα Χριστούγεννα. Θα γεννηθεί και πάλι το θείο βρέφος. Ο Θεός θα γίνει άνθρωπος για να γίνει ο άνθρωπος Θεός.  Θα γεννηθεί σε μια φάτνη ταπεινή, θα ζήσει διδάσκοντας με λόγια και έργα την αγάπη και στο τέλος της επίγειας ζωής Του θα μπεί σ’ ένα μνήμα που θα μοιάζει με τη φάτνη που γεννήθηκε. Θα επισφραγίσει την αλήθειά του με την ανάστασή Του και την κατάργησητου θανάτου.

Κι όλα αυτά γιατί; Για να μας δείξει ότι δε χρειάζονται πολλά πράγματα στη ζωή για να είμαστε μεταξύ μας ευτυχισμένοι και με το Θεό για πάντα ενωμένοι. Μόνο ταπείνωση κι αγάπη!

Σάββατο 17 Δεκεμβρίου 2011

Συναυλία Βυζαντινής Εκκλησιαστικής Μουσικής
(Υπό την αιγίδα του δήμου Μεγαρέων)

Η Βυζαντινή Εκκλησιαστική χορωδία της Ι. Μ. Νικαίας με χοράρχη τον κ. Γεώργιο Λαμπρόπουλο έψαλλε χριστουγεννιάτικους ύμνους το Σάββατο το απόγευμα στο Στρατουδάκειο Πολιτιστικό Κέντρο. Οι γλυκύτατες φωνές των ιεροψαλτών μάς συγκίνησαν βαθύτατα με την ιεροπρεπή βυζαντινή ψαλμωδία τους κι έφεραν στην καρδιά μας το μήνυμα των Χριστουγέννων: «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ανθρώποις εὐδοκία». Μας μετέφεραν νοερά στο σπήλαιο της Βηθλεέμ. Μας έδειξαν το θείο βρέφος «κείμενον ἐν τῇ φάτνῃ», τους αγγέλους που έψαλλαν το «Δόξα ἐν Ὑψίστοις Θεῷ…», τον αστέρα στον ουρανό, τους μάγους με τα δώρα και τους ποιμένες που ταπεινά το προσκύνησαν.

Οφείλουμε θερμές ευχαριστίες στον κ. Λαμπρόπουλο και τη χορωδία του και παραθέτουμε μερικές από τις αγγελικές ψαλμωδίες που ακούσαμε.

Ἰδιόμελον. Ἦχος πλ. δ΄ Ποίημα Σωφρονίου, Πατριάρχου Ἱεροσολύμων.

Κάντε κλικ για ν’ ακούσετε το τροπάριο: Βηθλεέμ ετοιμάζου

Βηθλεὲμ ἑτοιμάζου . εὐτρεπιζέσθω ἡ φάτνη∙ τὸ Σπήλαιον δεχέσθω∙ ἡ ἀλήθεια ἦλθεν∙ ἡ σκιὰ παρέδραμε∙ καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔα, κράζοντες. Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Ἦχος β’
Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται. Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.

Στίχ. Ἐλέησόν με ὁ Θεός…
Ἰδιόμελον. Ἦχος πλ. β’

Κάντε κλικ για ν’ ακούσετε τα τροπάρια: Δόξα εν υψίστοις Θεώ

Δόξα ἐν ὑψίστοις Θεῶ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Στιχηρά τοῦ Ἑσπερινοῦ. Ἦχος β’.

Κάντε κλικ για ν’ ακούσετε τα τροπάρια: Η βασιλεία σου Χριστέ

Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσία, φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὤν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Ἦχος Ὁ αὐτὸς

Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι’ ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει∙ οἱ Ἄγγελοι τὸν ὕμνον∙ οἱ οὐρανοὶ τὸν Ἀστέρα∙ οἱ Μάγοι τὰ δῶρα∙ οἱ Ποιμένες τὸ θαῦμα∙ ἡ γῆ τὸ σπήλαιον∙ ἡ ἔρημος τὴν φάτνην∙ ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.

Κάθισμα  Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ .

Κάντε κλικ για ν’ ακούσετε τα τροπάρια: Δεύτε ίδωμεν πιστοί

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός∙ ἀκολουθήσωμεν λοιπὸν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον, Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Μετὰ τὴν β’ Στιχολογίαν. Κάθισμα ὅμοιον.

Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Ὠδὴ θ’.Ἦχος α’.

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Ὁ Εἱρμὸς

Κάντε κλικ για ν’ ακούσετε τα τροπάρια: Μυστήριον ξένον

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον∙ τὴν φάτνην χωρίον∙ ἐν ὧ ἀνεκλίθῃ ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντᾳ Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.

Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἤκομεν∙ μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.

Ἐξαποστειλάριον Αὐτόμελον

Κάντε κλικ για ν’ ακούσετε το τροπάριο: Eπεσκέψατο ημάς

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν∙ καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

Ἦχος δ’.Ἀνδρέου Ἱεροσολυμίτου

Πᾶσα πνοὴ αἰνεσάτῳ τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον εκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς Ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ∙ αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Κάντε κλικ για ν’ ακούσετε το τροπάριο: Ευφραίνεσθαι δίκαιοι

Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι∙ Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν∙ Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν∙ Ἀκατάληπτε Κύριε, δόξα σοι.

Ἀντί τρισαγίου

Κάντε κλικ για ν’ ακούσετε το τροπάριο: Οσοι εις Χριστόν εβαπτίσθητε

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούια. – Κράτημα Π. Λαμπαδαρίου