Ξενοφῶν, Ἱέρων 5, 1-3
Στο έργο του Ιέρων ο Ξενοφώντας παρουσιάζει τον ομώνυμο τύραννο των Συρακουσών να συνομιλεί με τον ποιητή Σιμωνίδη τον Κείο για τα προβλήματα που αντιμετωπίζουν οι τύραννοι. Ανάμεσα στα άλλα, όπως τονίζεται στο παρακάτω απόσπασμα, είναι αναγκασμένοι να αποφεύγουν τους άξιους, που τους φοβούνται, και να συνεργάζονται με ανίκανους και διεφθαρμένους.
Χαλεπὸν δ᾽ ἐρῶ σοι καὶ ἄλλο πάθημα, ὦ Σιμωνίδη, τῶν τυράννων. Γιγνώσκουσι μὲν γὰρ οὐδὲν ἧττον τῶν ἰδιωτῶν τοὺς ἀλκίμους τε καὶ σοφοὺς καὶ δικαίους. Τούτους δ᾽ ἀντὶ τοῦ ἄγασθαι φοβοῦνται, τοὺς μὲν ἀνδρείους, μή τι τολμήσωσι τῆς ἐλευθερίας ἕνεκεν, τοὺς δὲ σοφούς, μή τι μηχανήσωνται, τοὺς δὲ δικαίους, μὴ ἐπιθυμήσῃ τὸ πλῆθος ὑπ᾽ αὐτῶν προστατεῖσθαι. Ὅταν δὲ τοὺς τοιούτους διὰ τὸν φόβον ὑπεξαιρῶνται, τίνες ἄλλοι αὐτοῖς καταλείπονται χρῆσθαι ἀλλ᾽ ἢ οἱ ἄδικοί τε καὶ ἀκρατεῖς καὶ ἀνδραποδώδεις; Οἱ μὲν ἄδικοι πιστευόμενοι, διότι φοβοῦνται ὥσπερ οἱ τύραννοι τὰς πόλεις μήποτε ἐλεύθεραι γενόμεναι ἐγκρατεῖς αὐτῶν γένωνται, οἱ δ᾽ ἀκρατεῖς τῆς εἰς τὸ παρὸν ἐξουσίας ἕνεκα, οἱ δ᾽ ἀνδραποδώδεις, διότι οὐδ᾽ αὐτοὶ ἀξιοῦσιν ἐλεύθεροι εἶναι. Χαλεπὸν οὖν καὶ τοῦτο τὸ πάθημα ἔμοιγε δοκεῖ εἶναι, τὸ ἄλλους μὲν ἡγεῖσθαι ἀγαθοὺς ἄνδρας, ἄλλοις δὲ χρῆσθαι ἀναγκάζεσθαι. Ἔτι δὲ φιλόπολιν μὲν ἀνάγκη καὶ τὸν τύραννον εἶναι: ἄνευ γὰρ τῆς πόλεως οὔτ᾽ ἂν σῴζεσθαι δύναιτο οὔτ᾽ εὐδαιμονεῖν: ἡ δὲ τυραννὶς ἀναγκάζει καὶ ταῖς ἑαυτῶν πατρίσιν ἐνοχλεῖν.Συνεχίστε την ανάγνωση