ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Β΄ ΛΥΚΕΙΟΥ – ΚΑΤΕΥΘΥΝΣΗ ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ

11

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

Ο Περικλής εισηγείται στους Αθηναίους τους όρους για την αποδοχή της ειρηνευτικής πρότασης των Λακεδαιμονίων, λίγο πριν την έναρξη του Πελοποννησιακού πολέμου.

«Πολλὰ δὲ καὶ ἄλλα ἔχω ἐς ἐλπίδα τοῦ περιέσεσθαι, ἢν ἐθέλητε ἀρχήν τε μὴ ἐπικτᾶσθαι ἅμα πολεμοῦντες καὶ κινδύνους αὐθαιρέτους μὴ προστίθεσθαι· μᾶλλον γὰρ πεφόβημαι τὰς οἰκείας ἡμῶν ἁμαρτίας ἢ τὰς τῶν ἐναντίων διανοίας. [1.144.2] ἀλλ᾽ ἐκεῖνα μὲν καὶ ἐν ἄλλῳ λόγῳ ἅμα τοῖς ἔργοις δηλωθήσεται· νῦν δὲ τούτοις ἀποκρινάμενοι ἀποπέμψωμεν, Μεγαρέας μὲν ὅτι ἐάσομεν ἀγορᾷ καὶ λιμέσι χρῆσθαι, ἢν καὶ Λακεδαιμόνιοι ξενηλασίας μὴ ποιῶσι μήτε ἡμῶν μήτε τῶν ἡμετέρων ξυμμάχων (οὔτε γὰρ ἐκεῖνο κωλύει ἐν ταῖς σπονδαῖς οὔτε τόδε), τὰς δὲ πόλεις ὅτι αὐτονόμους ἀφήσομεν, εἰ καὶ αὐτονόμους ἔχοντες ἐσπεισάμεθα, καὶ ὅταν κἀκεῖνοι ταῖς ἑαυτῶν ἀποδῶσι πόλεσι μὴ σφίσι [τοῖς Λακεδαιμονίοις] ἐπιτηδείως αὐτονομεῖσθαι, ἀλλ᾽ αὐτοῖς ἑκάστοις ὡς βούλονται·»

ΘΟΥΚΥΔΙΔΗΣ,Ιστορία Α,144,1-2                     11

ΠΑΡΑΤΗΡΗΣΕΙΣ

Να αναγνωρίσετε τους υποθετικούς λόγους του κειμένου

Να μεταφράσετε το κείμενο

 

Επιμέλεια: Παρασκευή Μπάρλα – ΠΕ02