Λόγος Κωνσταντίνου Παλαιολόγου παραμονές τής Άλωσης
«Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι ἕνεκέν (ἐξ αἰτίας) τινων τεσσάρων ὀφειλέται κοινῶς ἐσμεν πάντες, ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον μὲν ὑπὲρ τοῦ βασιλέως, ὡς Χριστὸν Κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων.
Λοιπόν, ἀδελφοί, ἐὰν ὀφειλέται ἐσμὲν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων αὐτῶν ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλλον ἡμεῖς ὑπὲρ πάντων τούτων, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ Θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἣν ὁ Χριστὸς τῷ οἰκείῳ αὑτοῦ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν· ὅ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ ζημιωθῇ τὴν ψυχήν, τί τὸ ὄφελος; Διαβάστε όλο το άρθρο »
Πρόσφατα σχόλια